ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσινἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιονόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίηἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρεςἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστουνίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστοςἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποιἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστουφαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτααἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποιΤρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμωθέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ ἈπόλλωνΤυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποιἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνηἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.