ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθειὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴηςἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶςἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππονκένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαικύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοιἈδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε ΝεστορίδαοἈντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτεΤυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺςτηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσενἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,