ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιονχαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφιχαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶνἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν ΕὔμηλοςἈδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύραΑἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαοςδιογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππουςΑἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλοςδῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεΖεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτοςτοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποιὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰςμυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησανΖεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξανπαντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποιβάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶπλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷπαντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳνῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼςἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,