ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθενἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷθείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶεὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖοδεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντοἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺςαὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τεἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλαθῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖανκαὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετροντῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκενἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητακαλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺςπατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο