εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστηβηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσιπάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθραΑἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβαςἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸνἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖταιΠάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντοἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμαπνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλονφυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺςχρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλονοἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖανψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίωννυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαιΘρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶςκλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳπᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειταὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμενεὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·