αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςπρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντωνδημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺςἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆαςπρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππουςἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺςχαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺςτοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τιδώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτηἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλωνοὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπανταὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιοσκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισιΒορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευενἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶριςἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον