ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντοἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγειΜηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺςφράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕληνἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺςαὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσεχαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστονἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶνμυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλονκειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺςἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺςκάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺςκεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖανσοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσεινἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖανΠατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιοθῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιοεἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶνπείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθιὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστακήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.