ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροιμὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντεςΠάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππουςμυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶνδάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιοχεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστηνἝκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσεινΤρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργαπρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσαςἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστοςχάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαομυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳσφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇεὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωναεἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶνσπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσανἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν