καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησοναὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρατείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳσχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγεκλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊνἈργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸνπολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσιβεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρειπύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαινύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴηἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσανκαὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσαςαὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθωκαί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶνἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖςἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαιμή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι