δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίηςἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπειςχήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσωἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξεχερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρηνἈστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸςμυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνηςεὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼνἈστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήωναἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνταιγυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονταιλεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳοὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.