δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμαἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτοἝκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντινηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶνχερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇστήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦναπήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶςδείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺςμοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆςἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴσηπαλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇαὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλονἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησενἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποιἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμηνκρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτηἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθηἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν