τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖταικυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσικεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσιδῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρτίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρηντηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶκωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασαἼλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωνταἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃγῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκταιΠηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαιΤρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τεμήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσασεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρεὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρΤρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣςδειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθαζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστοἝκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼνἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο