εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζωνσῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνωννηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός μεΤρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήηὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποιναστήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοιΔαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλονπείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαιἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλωνἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.