ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσονεἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαιχάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτοσεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦενΖηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γεπρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶνἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸνἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψεκαλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇτετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραιχρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺςπάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,