αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρωνἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺςνῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηταινῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περτρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτληνμεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκεστήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοιμάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺςδώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦνεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊνὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντααἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴαἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνηἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσειςκήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·