ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποιῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλονἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτηνκαρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχοςὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορἝκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηενἼδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτεἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺςἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθεἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδηΠηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷπρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηταιὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάωνἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰςπρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·