κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσειοὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντααὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρηςτῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τεπαρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺςἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇσείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμονδεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτληαὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶνῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼςταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρτεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντατείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶδοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸςγίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασικαλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόενταπλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρεςτὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνωνκαρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείηνἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,