ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψανκεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶτείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησενἸλίου προπάροιθε πυλάων τε Σκαιάων.αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκειςαὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ μεἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντωνἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶγαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσαςῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσιπαμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶφαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶνὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνειλισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάωνἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτονοἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃςΠηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι