ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθαπολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκεμοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηργείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντοςἌλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσειΠήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσαςἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐωσὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸςλισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρτόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦενΤρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γεἸλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσικαὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληταιἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσαςἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺτύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσωδῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃκεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,