ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιοτρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδροντυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλωνὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸςμεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοιὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντοἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.