ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃκαί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποιἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιοἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγειἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωροὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχωννηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶνἼλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψειςὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιοσμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσεβλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιοδεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς