Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηταιἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦΤρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴγίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζεὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺςἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλωνἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖοδίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιοφεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆραἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκεφῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸςἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοιφηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθονἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆοςφεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσωΠηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃφεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαιἼδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο