πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖοστήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαιτοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶΖεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρεινἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇςὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτεσκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσαἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρηνχηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲπληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσινεὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξαπεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷεἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνωνμαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληοςμὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς