νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περμέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶμοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντιπὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸνμισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμαεὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκεςἼδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραιἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπανταΛαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθεδήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷμισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέωνπειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνταιπρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισιτὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιοἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξωδειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τεζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχισταπαυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥαπατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶνἌρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκηνπᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσωεὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτιςνείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·