νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκενἼμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισινἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτιςχερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλεπέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺςγυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼςφεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνοναὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρΛῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχεπόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιογεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείωἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξειγῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼςγούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺςοὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνωνκύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴνἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τεΛῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν