σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃκείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείωνεὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺςκάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτηπυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνηκαὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηαδηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶεἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτηἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιοἸλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικενἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγεκαλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.