φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷκνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιοπάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴἩφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρηνπολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδεινἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμιὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηταικαιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικενἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειταπαυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖαἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺςἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτοργηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρηςῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεχάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνειςθάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκαςοὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσαἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν