ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύωνμορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖοἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊμή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρΞάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιοεἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαιφλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθαςδένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπανμειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴφθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺςπολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴναἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺςκῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθαπνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺςἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;