νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναιἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνηστήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲνΖηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιοπρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαιΤρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούραςἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶνπλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδαπρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχενεὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλονχώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιοὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περσχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτοςἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθραὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινεφιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδραὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδοςοὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνηςκείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸνεἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύαςμυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ