ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσινεἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶνεὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσακρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθραὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸνεἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσαςἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαιδείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιοδῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸςσμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶςφεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρουἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃχερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαιὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζειχώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιοκαὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺςστῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντεςἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖοπλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδαθυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμναλάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστηἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάωνλαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·