τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντοδημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃχέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τεΜνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνηςἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζειςἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖανστεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναιἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰςεἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλεΤρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃδείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳκρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺςπολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύςτοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦροςχέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,