ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος ἈχιλλεὺςΠηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶςἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸςδεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦγαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωναἈστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆοςοὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαιχύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψενἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσαςτεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνοςπαισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων ΜυρμιδόνεσσιΠηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τιχραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσακαὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸνδεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,