καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴναἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδροςοἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξειἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆςὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνηςἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντεςτίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιοδῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχοςἈστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνωνυἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθροςγείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶνπρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖοἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκεΞάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσηςΠαίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦνἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντοςἈξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασιγείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.