ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖοΞάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκεπρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντοἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρηπίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονταιφευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντοςπλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃκεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσοςφάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴςἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοιφεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμουδειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθραπτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρουςποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαοἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸςἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλονταἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷτάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε