υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζωνΠηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύειςἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆοςστήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησενἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺςεἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευενἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγειπρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέανικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσινεὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτηςἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπανλευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρηνἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνηἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσωαὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ