πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείναςτῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτεσφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸνῬίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράπονταἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶνύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦροὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσοςκτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπουςτριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποιστεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξωννέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλοναἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαιΠηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.