αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺςἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλωνῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺςἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχιἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τεκὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειταοὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντοςἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείημηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνωνἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦκόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψεθυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰςδουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιοαἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλονμέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσεἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντεςἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεναἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς