εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστονδειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνατεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνηστᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσοςὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντεςσύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τεὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξεγαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδηςκαὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθεγαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείησμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτοςἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴἌρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ ἈχιλλεὺςἝκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλονΠριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγειαἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλωνἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·