Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξανταπρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦροςἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτακούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον ΠολύδωρονΠριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκαδὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνωνθῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺςνῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆεςχρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψεκυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρονἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίηκάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτληδηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺςὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴνἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣςἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαιδουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνηπνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιοἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,