καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴωΤρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρκέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειρανΤρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶνταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴνσμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωναἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳΤμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺςμέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃΓυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστινὝλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντοπρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέονταἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸννύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆςαἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.