αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺνΠηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκονἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππωνΑἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύειἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺνθεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶταλεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσινἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναιἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσαςτῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντιτοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνητοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε