ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸνἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺςἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺσμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶΑἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισιπειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιονήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχειμὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶδῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺςτόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληταιΔαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδωνοἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξεικαὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησονΑἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃςΠηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκουςπᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνημή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηταικαιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.