ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τεὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣςἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαιπολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοιπαντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκηνεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιονεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαιπόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶταπρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσονγευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχοςσμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχοςῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαονήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸνὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶραἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχοςῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖςἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσηνἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸΠηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχεδείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους