ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸςἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆαςπρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαοεὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονταισήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισινὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇςἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντοθήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντοἾλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύεινκάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τεΛάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.