Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκεινευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦρινπρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣςσίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασινἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζωνἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶνδουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόνταςγίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθενμαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼνἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγειἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισιτιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλωνκαλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαιαἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντασεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσικαρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴνπέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούραςἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷβάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύωἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς