παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷδευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοιἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περΤρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντεςτῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσισήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσαγιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆςδείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαιἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντεςἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖταιφυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐωἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλωνἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτηςτεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιοὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνηποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνηςἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντεςβουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιοὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσινὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοιἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαιΑἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.