ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντοἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαικρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃφοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονταικαὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταοξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶἭφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθωννηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴνὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιοἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοιἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖταιοὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶςδείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνηἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνηςἙρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνωνχωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷΦοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιραΛητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.