τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρωςὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάωνυἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξουςτηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντοἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιονΚρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχοντηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαοἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴςτῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθηνυἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλονΜαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρηνήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαοἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμωντηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.