ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶνσκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάωνπέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάωνἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντοἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήειὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖαλαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεαςκήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆςσχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδραςπαυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνωνἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες ἌρηοςΖεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσενἼλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύειδυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηναἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαιμὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν