ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸςπεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνηἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος ἝκτωρΠριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοιλαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς ἈγχίσαοΑἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ ἈφροδίτηἼδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷεἈρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδηςἀφνειοὶ πίνοντες ὕδωρ μέλαν ΑἰσήποιοΤρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸςΠάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦκαὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξυἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντωνᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκεστείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τιπειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντοκαὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποιαἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων